Letter from Valens and Ursatius to Julius
 
Author: Valens and Ursatius
Year:  
Date:  
Language: Greek
Incipit: Ἐπειδὴ συνέστηκεν
CPG:  
Source: Edited by GLT from extant manuscripts

Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίοῳ Οὐρσάκιος καὶ Οὐάλης.

Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασί <τε> τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν περὶ οὗ ἐδηλώσαμεν οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ἀλλότρια αὐτοῦ τυγχάνει· διά τοι τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον αὐτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι. ὁμολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν ἢ καὶ αὐτὸς Ἀθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν Ἄρειον καὶ τοὺς ὑπερασπίζοντας αὐτοῦ τοὺς λέγοντας ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος Χριστός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν εἶναι καὶ υἱὸν θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν·

ταῦτα δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν Ἀρειανικὴν αἵρεσιν, καθὰ προεὶπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα.

ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. ὡσαύτως δὲ καὶ Οὐάλης.


Added by JMP
Last updated 6/12/07  AJW
Copyright 2006 Wisconsin Lutheran College History Department
Fourth Century Christianity Home