| Author: | Valens and Ursatius |
| Year: | |
| Date: | |
| Language: | Greek |
| Incipit: | Ἐπειδὴ συνέστηκεν |
| CPG: | |
| Source: | Compiled by GLT from extant manuscripts |
Κυρίῳ1 μακαριωτάτῳ πάπᾳ Ἰουλίοῳ Οὐρσάκιος2 καὶ Οὐάλης.
Ἐπειδὴ συνέστηκεν3 ἡμᾶς πρὸ τούτου πολλά τε4 καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν5 ὑποβεβληκέναι, γράμμασί <τε>6; τῆς σῆς χρηστότητος μεθοδευθέντες7 τοῦ πράγματος χάριν περὶ οὗ ἐδηλώσαμεν οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ8 τῇ σῇ χρηστότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων9, ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς10 ἀκοὰς ἡμῶν11 περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου ψευδῆ καὶ πλαστά ἐστι12, πάσῃ13 τε δυνάμει ἀλλότρια αὐτοῦ τυγχάνει14· διά τοι15 τοῦτο16 ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον αὐτῆς17 καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε18;19 δοῦναι. ὁμολογοῦμεν20 καὶ τοῦτο, ὅτι ἐάν21 ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν ἢ καὶ αὐτὸς Ἀθανάσιος22 κακοτρόπως περὶ τούτου23 εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν Ἄρειον καὶ τοὺς ὑπερασπίζοντας24 αὐτοῦ τοὺς λέγοντας ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος Χριστός25 ἐστι26, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν εἶναι καὶ υἱὸν θεοῦ27 πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ28 ἀναθεματίζομεν·
ταῦτα δὲ τῇ χειρὶ ἑαυτῶν29 γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν Ἀρειανικὴν30 αἵρεσιν, καθὰ προεὶπομεν, καὶ τοὺς ταύτης31 αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα.
ἐγὼ Οὐρσάκιος32 τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. ὡσαύτως δὲ33 καὶ Οὐάλης.
Variant readings
1 - τῷ κυρίῷ Val.2 Hus.2Compiled by GLT
Added by JMP
Last Updated on 6/12/07 AJW
Copyright 2006 Wisconsin Lutheran College History Department
Fourth Century Christianity Home